PRAYER OF HĒLIOS (SUN)
Προσευχὴ τοῦ Ἡλίου. Βασιλεῦ τῶν βασιλευόντων καὶ κύριε τῶν κυριευόντων, ἡ ὑπεράρχιος φύσις, δύναμις ἀέναε, φῶς ἀκατανόητον, φῶς ἄπειρον, ὁ μόνος πλουσιοπάροχος, ὁ χορηγὸς τοῦ ἐλέους, ἐπίσκεψαι ἡμᾶς διὰ τῆς σῆς χάριτος καὶ εὐεργεσίας, ὅπως τὸν παρόντα πλανήτην τὸν Ἥλιον, [ἵνα] δυνηθῶμεν ὑποτάξαι καὶ κατασχεῖν αὐτοῦ τὴν ἐνέργειαν· ὁρκίζω σε Ἥλιε ἄψαυστε, ἀκατέργαστε, ἡμεροφεγγής, εἰς τὸν χρονικόν σου κύκλον καὶ εἰς τοὺς τέσσαράς σου καιροὺς καὶ εἰς τὴν ὁδόν σου καὶ εἰς τὰς ἀκτῖνάς σου καὶ εἰς τὰς πτέρυγάς σου καὶ εἰς τὰς ἐνεργείας σου καὶ εἰς τὰ ὀνόματά σου ταῦτα· Γλιβιώδ, Ἀντικόν, Λιθετιούδ, Ἀχριπάλ, Ἐλβιούλ, Αὐτιούρ, Νοτιωλιοσήμ, Ὀωγήν, Γωδασώρ, Τουλδωράφ, Ἠνωάν· εἰς ταῦτα τὰ ὀνόματα ὁρκίζω σε μὴ παρακούσῃς μου, ἀλλὰ διὰ τῆς χάριτος τῆς σῆς συνέργησον εἰς ταύτην τὴν δουλείαν.
No comments:
Post a Comment