PRAYER OF KRONOS (SATURN)
Προσευχὴ τοῦ Κρόνου. Ὁ θεὸς ὁ αἰώνιος, τὸ ἄσχετον κράτος, ὁ πάντα οἰκονομῶν ἐπὶ τὰ τῆς ἡμῶν σωτηρίας, δὸς ἡμῖν χάριν, ἵνα ὑποτάξω τὸν δεῖνα πλανήτην εἰς τὸ ἐμὸν θέλημα. ὁρκίζω σε, πλανῆτα Κρόνε, εἰς τὴν ὁδόν σου καὶ εἰς τὸν ἀέραν σου καὶ εἰς τὴν κληρονομίαν σου καὶ εἰς τὸν οὐρανόν σου καὶ εἰς τὴν λάμψιν καὶ ἐνέργειάν σου καὶ εἰς τὰ ὀνόματά σου ταῦτα· Γασιάλ, Ἀγουνσαέλ, Ἀτασσέρ, Βελτολιέλ, Μεντζατζιά, ἵνα μοι δώσεις χάριν καὶ ἐνέργειαν καὶ δύναμιν εἰς τὴν ὥραν, ἐν ᾗ κυριεύεις.
No comments:
Post a Comment