PRAYER OF HERMES (MERCURY)
Προσευχὴ τοῦ Ἑρμοῦ. Παντοκράτωρ κύριε, ὁ εὑρετὴς τῆς σοφίας καὶ τῆς γνώσεως, ὁ τῶν οὐρανίων καὶ ὑπερουρανίων τεχνίτης, παντεπόπτα καὶ παντοδύναμε, εὐεργέτησον ἡμῖν χάριν, οἵαν τοῦ σοῦ πλανήτου Ἑρμοῦ ἐγκατέλιπες, ἵνα δυνηθῶμεν πρᾶξαι τὸ δεῖνα· ὁρκίζω σε, Ἑρμῆς πάνσοφε, λογιώτατε καὶ συνετώτατε, εὐσύναπτε καὶ ἐγρηγορώτατε, εἰς τὴν σοφίαν σου καὶ εἰς τὴν λογιότητά σου καὶ εἰς τὴν ζώνην, ἐν ᾗ περιπατεῖς, καὶ εἰς τὰ ὀνόματα ταῦτα· Νηφᾶν, Πιοῦτ, Νομήν, Σελάκ, Μερεπῶν, Στεμηνός, Καζητόκ, Μιώτ, ἵνα μοι ὑποκλίνῃς τὴ χάριν σου καὶ τὴν ἐνέργειάν σου εἰς τὴν πρᾶξιν ταύτην, ἐν ᾗ βούλομαι ποιῆσαι.
No comments:
Post a Comment